Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.3 Dem. 24.6 (English) >>Dem. 24.9

24.5τῶν γὰρ ὄντων ἀγαθῶν τῇ πόλει καὶ τοῦ δημοκρατουμένην καὶ ἐλευθέραν εἶναι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν, οὐδʼ ἂν ἕνʼ εἰπεῖν οἶμαι. περὶ τοίνυν αὐτοῦ τούτου νῦν ὑμῖν ἐστιν, πότερον δεῖ τοὺς μὲν ἄλλους νόμους, οὓς ἐπὶ τοῖς ἀδικοῦσι τὴν πόλιν ὑμεῖς ἀνεγράψατε, ἀκύρους εἶναι, τόνδε δὲ κύριον, τοὐναντίον τοῦτον μὲν λῦσαι, κατὰ χώραν δὲ μένειν τοὺς ἄλλους ἐᾶν. τὸ μὲν οὖν πρᾶγμα περὶ οὗ δεῖ νῦν ὑμᾶς γνῶναι, ὡς ἐν κεφαλαίῳ τις ἂν εἴποι, τοῦτʼ ἐστίν.

24.6ἵνα δʼ ὑμῶν μηδεὶς θαυμάζῃ τί δή ποτʼ ἐγὼ μετρίως, ὥς γʼ ἐμαυτὸν πείθω, τὸν ἄλλον χρόνον βεβιωκὼς νῦν ἐν ἀγῶσι καὶ γραφαῖς δημοσίαις ἐξετάζομαι, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν· ἔσται δὲ ταῦτʼ οὐκ ἄπο τοῦ πράγματος. ἐγὼ γάρ, ἄνδρες Ἀθηναῖοι, προσέκρουσʼ ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεοῖς ἐχθρῷ, τελευτῶσʼ ὅλη προσέκρουσεν πόλις, Ἀνδροτίωνα λέγω. 24.7καὶ τοσούτῳ δεινότερʼ Εὐκτήμονος ἠδικήθην ὑπʼ αὐτοῦ, ὥσθʼ μὲν Εὐκτήμων εἰς χρήματʼ ἔσθʼ κακῶς ἔπαθεν, ἐγὼ δʼ, εἰ κατώρθωσεν ἐκεῖνος ἣν ἐπʼ ἔμʼ ἦλθεν ὁδόν, οὐχ ὅτι τῶν ὄντων ἂν ἀπεστερήμην, ἀλλʼ οὐδʼ ἂν ἔζων, οὐδʼ κοινὸν ἅπασίν ἐστιν, ἀπαλλαγῆναι τοῦ βίου, ῥᾴδιον ἦν ἄν μοι. αἰτιασάμενος γάρ μʼ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν ἐμαυτοῦ πατέρʼ ὡς ἀπέκτονα, ἀσεβείας γραφὴν κατασκευάσας εἰς ἀγῶνα κατέστησεν. ἐν δὲ τούτῳ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαβὼν ὦφλε χιλίας, ἐγὼ δʼ, ὥσπερ ἦν δίκαιον, μάλιστα μὲν διὰ τοὺς θεούς, ἔπειτα δὲ καὶ διὰ τοὺς δικάζοντας ὑμῶν ἐσώθην,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.3 Dem. 24.6 (English) >>Dem. 24.9

Powered by PhiloLogic